ΤΗ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Πρᾶος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θεία χάριτι, ἐχθρόν τὸν παμπόνηρον καὶ παράφρονα Ἄρειον, ἐναποπνίξας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι, πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα, ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχω, παρεχόμενον τῶ κόσμω τὸ μέγα ἔλεος.

Πάθη ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχή σου, Πάτερ, ἐχαλίνωσας, νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεῖς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ' ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος. Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων, Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἦς ἀναβλύζεις, ἰαμάτων θεία ῥεῖθρα, καὶ μέγα ἔλεος.

Δόξα... Ἦχος α' Ἀνατολίου

Ὅσιε Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζώσαν, ἐπηρώτας δι' ἀγάπην Θεοῦ, ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν, ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῶ, Βασιλεῖ δὲ παρέστης ἰατήρ, τὴ προνοία Θεοῦ. νεκροὺς δὲ πάλιν ἥγειρας, ὡς αὐτοῦ μαθητής, τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν, Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμούντί σε Χριστῷ, αὐτὸν καὶ νὺν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νύν... Προεόρτιον Ἦχος πλ. β'

Σπήλαιον εὐτρεπίζου, ἡ Ἀμνὰς γὰρ ἤΚει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑποδέχου, τὸν τῶ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ τῶ Βασιλεῖ προσάξατε, σμύρναν, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν πὲρ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῶ ἐν ἀγκάλαις αὐτῆς, Πῶς ἐνεσπάρης μοί, ἢ πῶς μοὶ ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν, Εἰ βούλει εἰπεῖν καὶ ἀναγνώσματα, ζήτει αὐτὰ εἰς τὴν ς' τοῦ παρόντος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α' Νεφέλην σὲ φωτὸς

Πανήγυρις φαιδρά, ἱερὰ πανδαισία, δεῦτε πιστοὶ μεθέξωμεν, Σπυρίδων καὶ γὰρ ἡμᾶς συγκαλεῖται, ἑστιάτωρ ὧν πνευματικός, οὗ ἡ τράπεζα θεία, ἠδέα τὰ θαύματα, αἱ πράξεις ἀθάνατοι, αὐτοῦ μιμησώμεθα τὸ πρᾶον, τὸ ἄκακον, τὸ ἁπλοῦν, τὸ φιλάνθρωπον, τὸ περὶ πάντας σοφόν, ἐν οἷς ἐν Ἀρχιερεύσιν, ὡς φῶς ἐξέλαμψε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.

Μεγίστων ποιητής, ἀρετῶν καὶ θαυμάτων, ἀνεδείχθης Σπυρίδων σοφέ, ταῖς μέν σου καταφαιδρύνας τὸν βίον, ὑπὲρ φέγγος τὸ ἡλιακόν, τοὶς δὲ καταλαμπρύνας, κόσμον τὸν περίγειον, ὑπὲρ ἀστραπὰς οὐρανοῦ, ἀμφοὶν ὡραιότερος, δεικνύμενος Ὅσιε, τοὶς προσφεύγουσιν ἐν πίστει, ταῖς προστασίαις σου.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Ὦ θαύματος φρικτοῦ! ἡ νεκρὰ πυθομένω, φωνὴν ζώσάν σοὶ δέδωκεν, ὁ ῥοὺς δὲ τοῦ ποταμοῦ ἀνεστάλη, διὰ λόγου σου προστακτικοῦ, ἢ τοῦ Ἄνακτος νόσος, εὐχὴ σου φυγαδεύεται, ὁ ὄφις εἰς εἶδος χρυσοῦ ἀντιμετηλλάττετο, νεκροὶ ἐξηγέρθησαν, ἐνήργει γὰρ ἐν σοὶ ὁ Χριστός, Σπυρίδων Ἱερουργέ, ὁ τῆς Τριάδος τὸ δόγμα, ἀνακηρύξας τρανῶς.

Δόξα... Ἦχος β' Γερμανοῦ

Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι, ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον, συνοδικῶς εἰς γὴν κατηδάφισας, διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτήρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νύν... Προεόρτιον, ὁ αὐτὸς

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν, Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν, Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὦς φιλάνθρωπος.

Ἀπολυτίκιον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἠιμῶν, διὸ νεκρὰ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἷς χρυσοῦν μετέβαλες, καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοὶ Ἱερώτατε, Δόξα τῶ σὲ δοξάσαντι, δόξα τῶ σὲ στεφανώσαντι, δόξα τῶ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διά του τόκου σου.

Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα

Ὄφιν μετέβαλες εἰς χρυσὸν, Ἅγιε, καὶ ταῖς τῶν λόγων σου νευραῖς ἀπέπνιξας τὸν δυσσεβὴ καὶ πονηρόν Ἄρειον, θεοφόρε, Βασιλεῖ δὲ γέγονας ἰατρὸς, παναοίδιμε, καὶ νεκροὺς ἐξήγειρας, Δαίμονάς τε ἀπήλασας, διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα τὴν μνήμην τὴν πάντιμον.

Δόξα... τὸ αὐτὸ

Καὶ νύν...

Προεόρτιον

Χαρὰς πεπλήρωνται, πάντα τὰ πέρατα, ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὧ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα, Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προεόρτιον.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε

Τοὶς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοὶς ἔργοις ἐτίμησας, τὰ κατ' εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε, ἔλαμψας ἐν τῷ κόσμω, τὴ ἐν σοὶ σωφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοὶς πᾶσι, διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.

Δόξα... τὸ αὐτὸ

Καὶ νύν...

Προεόρτιον

Παρθένοι προεξάρξατε, τὴ τῆς Παρθένου χαρά, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοὶς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες, ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.

Μετὰ δὲ τὸν Πολυέλεον

Κάθισμα

Ἦχος πλ. δ' Τὴν Σοφίαν

Ἀνακτόροις καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτω φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν δύναμιν, καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιὰ οὐσίᾳ σαφῶς ἐδογμάτισας, ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τὴ δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἄρμα, Λυχνία πολύφωτε, Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

Οἱ Ἀναβαθμοί, τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...

Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως.

Καὶ νύν...

Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Τό, Πᾶσα πνοή. Εὐαγγέλιον. Ὁ Ν'

Δόξα... Ταὶς τοῦ Ἱεράρχου...

Καὶ νύν... Ταὶς τῆς Θεοτόκου...

Εἶτα τὸ lδιόμελον Ἦχος πλ. β'

Πατέρων ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον, τὴ τῶν θαυμάτων σου αἴγλη, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς Ἀρείου λύσσης καθαιρέτης φανεῖς, τόν Σωτήρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου. Ποίημα Θεοφάνους.

Ὠδὴ α' Ἦχος β'

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξείληψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται».

Τῶν πραέων γὴν καταλαβῶν, Πάτερ ὡς πραότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τὴ καρδία μου, καταπράυνον κλύδωνα, ὅπως ἐν γαλήνῃ θεία, γεγονῶς ἀνευφημήσω σε.

Γεωργίαις θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν, ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.

Ἐκ ποιμνίων ὥσπερ τὸν Δαυϊδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα πανάριστον, τὴ ἁπλότητι καὶ πραότητι λάμποντα, καὶ τὴ ἀκακία, Ὅσιε ποιμὴν καλλωπιζόμενον.

Θεοτοκίον

Παναγία ἄχραντε Ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος μακαρίζω σε.

Ὠδὴ γ'

«Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου, ηὐφράνθη γὰρ τὸ πνεύμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὒκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Τὸν νοῦν σου ἀπαθεῖα καταλαμπρύνας, καὶ θεία ταπεινώσει καθωραϊσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σὲ Ἱερώτατε.

Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτεῖνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ Ὅσιε.

Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.

Θεοτοκίον

Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελεία, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω, οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὒκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Ἐκ ποιμνίων προβάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοὶς λόγοις σου, ἐν εὐσεβείας πόα, αὐτὴν ἐκτρεφόμενος, ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας, τὴ σοφία τοῦ Πνεύματος, Ἱεράρχα μακάριε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νύν...

Προεόρτιον Ἦχος ὁ αὐτὸς

Τὸ προσταχθὲν μυστικῶς

Τῶν γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ἄδοντες τῶν Ἀγγέλων ἄσμα καινόν, τῶ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένω Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.

Ὠδὴ δ'

«Ἐλήλυθας ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί, Δόξα τὴ δυνάμει σου Κύριε».

Τοὶς ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας, κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.

Πυθομένω, ἡ νεκρὰ σοὶ φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαὶς ἐπεσχέθη προστάξεσιν, ὤφθης γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.

Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῶ σου προσρήματι, ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.

Θεοτοκίον

Προφήταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον, μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον, σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.

Ὠδὴ ε'

«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τὴ ἐπιλάμψει σου, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».

Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει Ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.

Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἓν τῶ παρείναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.

Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοὶς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.

Θεοτοκίον

Νέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου, ὃν ἐκδυσώπει, ὡς Υἱὸν καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχή, καθαρὰ καταγγέλλοντας.

Ὠδὴ ς'

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον, τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, Ἐκ φθορᾶς, ὁ Θεὸς μὲ ἀνάγαγε».

Ὁ χρυσὸς ὡς πηλὸς σοὶ λελόγισται, τὴ ὑπὲρ χρυσὸν ἀπαθεῖα ἀστράπτοντι, καὶ πλουτισθέντι Ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.

Καθαρῶς λειτουργῶν τῶ Δεσπότη σου, πλῆθος ἔσχες Ὅσιε, καθυπακούόν σοί, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναὶς Ἱερώτατε.

Ὁ περίδοξος πάνσοφε βίος σου, κόσμω σὲ περίδοξον, Πάτερ εἰργάσατο, διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνούντές σε.

Θεοτοκίον

Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.

Κοντάκιον

Ἦχος β' Τὰ ἄνω ζητῶν

Τῶ πόθω Χριστοῦ τρωθεὶς Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τὴ αἴγλη τοῦ Πνεύματος, πρακτικὴ θεωρία, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Ὁ Οἶκος

Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νὺν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἑλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν, οὗτος γὰρ θύων τῶ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.

Στίχοι

Ὁ θαυματουργὸς κὰν τέθνηκε Σπυρίδων,

Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.

Ἀμφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Συνετοῦ.

Στίχοι

Τὸν Συνετὸν κτείνουσι ἄφρονες ξίφει,

Τὸν εὐσεβῆ τιμῶντα πίστιν ἐμφρόνως.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Ἱεροσολύμων, τοῦ Ἱερομάρτυρος.

Στίχοι

Ὁ Ἀλέξανδρος, εἷς ὧν τῶν θυηπόλων,

Ἄνευ αἵματος, εἷς ἣν καὶ τῶν Μαρτύρων.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀμωναθὰ καὶ Ἄνθου.

Στίχοι

Μισῶ τὰ τῆς γῆς Ἄγγελοι δέξασθέ με,

Aμωναθὰς ὁ θεῖος ἐκλείπων λέγει.

Τὸ τοῦ Προφήτου προσφόρως Δαυΐδ λέγων,

Ὡς ἄνθος ἀγροῦ θεῖος Ἄνθος ἐρρύη.

Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος».

Μωσέως τὸ ἄπλαστον, Δαυϊδ τὸ πρᾶον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ Πνεύματος γέγονας κατοικητήριον, μέλπων ἱερώτατε, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.

Ψεκάδες τὴ κάρα σου ἐν ὥρα θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον, Θεὸς γὰρ ὡς ἔφησας, τὴν θείαν μνήμην σου, Ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τὴ μεσιτεία σου.

Συνόδω Πατέρων σὲ Θεὸς δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε, οὓς πίστει προσήγαγες, τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας τὴν τούτου ἔνστασιν.

Θεοτοκίον

Τὸν βότρυν ἐβλάστησας ἀρρήτω λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον ἀναβλύζοντα πάντας εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην δεινῶν ἐξαίροντα.

Ὠδὴ η'

«Κάμινος ποτέ, πυρόςεν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῶ θείω προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας, Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

Κάμινον παθῶν, ταῖς θείαις ἑπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον ἐπήγασας, νοσημάτων Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοί, πάντοτε προσιόντων, μάκαρ Σπυρίδων πανόλβιε.

Ἄκακος εὐθύς, καὶ πρᾶος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπη φιλόξενος, Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος, Ὅσιε ὄρθοδόξω, ὅθεν σε πίστει γεραίρομεν.

Πάλαι σοὶ φωνήν, ὡς ζώσα ἡ θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν, ὧ θαῦμα ἐξαίσιον! ὧ παράδοξον μυστήριον! ὧ χάριτος ἢς ἔτυχες! βίω κεκοσμημένος, Ἀγγελικῶ ἀξιάγαστε.

Θεοτοκίον

Πάθη τῆς ἐμῆς, θεράπευσον καρδίας, τὴ συμπαθεῖα σου πανύμνητε, τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχήν μου φωταγώγησον, καὶ βαίνειν μὲ εὐόδωσον, τρίβους πρός σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω σε.

Ὠδὴ θ'

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἀνάρχου Γεννήτορος, τρανῶς Υἱὸν ἐκήρυξας, Ὁμοούσιον Πάτερ, καὶ συναϊδιον, μέσον θεοφόρων Πατέρων μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα παμμακάριστε.

Πολύφωτε ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν φωτοφόρον σου μνήμην, χαρμονικῶς, νὺν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου ταῖς Πρεσβείαις σου.

Τὰ θεία σκηνώματα, ἡ πύλη ἡ οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν ἡγιασμένην ψυχήν σου, καὶ ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ ἀγαλλιάσεως.

Θεοτοκίον

Τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνουντάς σε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἐξαποστειλάριον

Φῶς ἀναλλοίωτον Λόγε

Σὲ ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυϊδ, ὧν ἐμιμήσω τὸ πρᾶον, Σπυρίδων φῶς οἰκουμένης.

Ἕτερον, Ἐν Πνεύματι τῶ Ἱερῶ

Ἐδόξασεν ἐν θαύμασι, καὶ ἓν τέρασι πλείστοις, ὁ Κύριος μακάριε, ἐν γὰρ θεία Συνόδω, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαίς, ἀνέστειλας καὶ διῆλθες.

Θεοτοκίον

Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῶ κόσμω τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην, διὰ τούτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτω λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

Ἐν τῇ τοῦ Πνεύματος αἴγλη καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου τὸ ληρῶδες, ὅθεν ἁπλῶς, δογματίσας Τριάδα πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν σύνοδον ἐκύρωσεν. (Δίς)

Ταὶς οὐρανίαις ἀκτίσι περιλαμπόμενος, καὶ τὴ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νύν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, μὴ ἐλλίπης ὑπερεύχεσθαι.

Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε, διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων σὲ Σπυρίδων σοφέ.

Δόξα... Ἦχος δ'

Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος, Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἥγειρας, Ἀλλ' ὧ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτήρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νύν...

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν

Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, Ὠδὴ γ' καὶ ς'.

Κοινωνικὸν: Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.