Ἀκολουθία τοῦ Μικροῦ Ἀποδείπνου

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον· Κύριε ἐλέησον· Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

 Ὅτι Σοῦ ἐστι ἡ Βασιλεία καὶ ἡ Δύναμις καὶ ἡ Δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κύριε ἐλέησον ιβ’ (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ, Χριστῷ, τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ν’ (50)

 Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἰμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τῷ θυσιαστήριόν Σου μόσχους.

Ψαλμὸς ξθ' (69)

 Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι: «Εὖγε, εὖγε!». Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ Σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός, «μεγαλυνθήτω ὁ Κύριος», οἱ ἀγαπῶντες τὸ σωτήριόν Σου. Ἐγώ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

Ψαλμὸς ρμβ’ (142)

 Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός Σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὀδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.

Δοξολογία Μικρά

 Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν Σοι διὰ τὴν μεγάλην Σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε, Υἱὲ Μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε, ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω Σε καὶ αἰνέσω τὸ Ὄνομά Σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα: «Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι». Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ Σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός Σου τοῖς γινώσκουσί Σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ Σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί Σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ σύμβολον τῆς Πίστεως

 Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικήν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

[Εἶτα οἱ κδ’ (24) Οἶκοι (Χαιρετισμοὶ) τῆς Θεοτόκου(...)]

 Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σέ, τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον· Κύριε ἐλέησον· Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 Ὅτι Σοῦ ἐστι ἡ Βασιλεία καὶ ἡ Δύναμις καὶ ἡ Δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τροπάρια

 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν κατὰ τὴν Σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

 Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων Σου ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα ἡ Ἐκκλησία Σου στολισαμένη, δι’ αὐτῶν βοᾶ Σοι, Χριστὲ ὁ Θεός· τῷ λαῷ Σου τοὺς οἰκτιρμούς Σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ Σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμὸς ἀλλὰ ζωὴ ἀτελεύτητος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Κύριε ἐλέησον μ’ (40)

 Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος, Xριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλούς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς Ἁγίοις Σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἐνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον· Κύριε ἐλέησον· Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

[Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.]

 Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κύριε ἐλέησον ιβ’ (12)

Καὶ σῶσον καὶ βοήθησον ἡμᾶς, Παναγία Παρθένε.

Εὐχὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον.

 Ἄσπιλε, Ἀμόλυντε, Ἄφθορε, Ἄχραντε, Ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα· ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἐνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια· ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς Σὲ προστρεχόντων καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με, τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥαθυμίᾳ γνώμῃ δοῦλον γενόμενον· ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐμοί, τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην Σοι δέησιν· καὶ τὸν Σὸν Υἱὸν καὶ ἡμῶν Δεσπότην καὶ Κύριον τῇ μητρικῇ Σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος· καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν Αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθής καὶ φιλάγαθος· ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρα τῆς Κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον μὲ ἀποδεικνύουσα. ᾟς καὶ τύχοιμι, Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

 Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς· καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς Σου καὶ τὴν μνήμην τῶν Σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν καὶ αἴτησαι ἵνα σώσῃ διὰ Σοῦ τὰς ψυχὰς ἡμῶν.

 Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον· Τριὰς Ἁγία, δόξα Σοι.

 Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε Ναὲ καὶ Παράδεισε λογικέ, Παρθενικὸν καύχημα· ἐξ ᾗς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ Σὴν μήτραν θρόνον ἐποίησε καὶ τὴν Σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα Σοι.

Εὐχὴ εἰς τὸν Ἄγγελον, φύλακα τῆς τοῦ ἀνθρώπου ζωῆς.

 Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με, τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὀδὸν σωτηρίας. Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοὶ συγχώρησον, ὅσα σοὶ ἔθλιψα πᾶσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπήρειας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαί με ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. Ἀμήν.

 Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια ἀναγράφω Σοι, ἡ πόλις Σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον· ἵνα κράζω Σοι: Χαῖρε, Νύμφη Ἀνύμφευτε!

 Θεοτόκε Παρθένε, χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ· εὐλογημένη Σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. (τρίς)

 Τὴν ὡραιότητα τῆς παρθενίας Σου καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας Σου ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα Σοι, Θεοτόκε: «Ποῖόν Σοι ἐγκώμιον προσαγάγω ἐπάξιον; Τί δὲ ὀνομάσω Σε; Ἀπορῶ καὶ ἐξίσταμαι! Διό, ὡς προσετάγην, βοῶ Σοι: Χαῖρε, ἡ Κεχαριτωμένη.»

 Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Εὐχὴ πρὸ τοῦ ὕπνου

 Τοῖς μισοῦσι καὶ ἀδικοῦσι ἡμᾶς συγχώρησον, Κύριε. Τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποίησον. Τοῖς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι καὶ ἴασιν δώρησαι· τοὺς ἐν θαλάσσῃ κυβέρνησον· τοῖς ἐν ὁδοιπορίαις συνώδευσον· τοῖς ἄρχουσι συμμάχησον. Τοῖς διακονοῦσι καὶ ἐλεοῦσιν ἡμᾶς ἁμαρτιῶν ἄφεσιν δώρησαι. Τοὺς ἐντειλαμένους ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν ἐλέησον κατὰ τὸ μέγα Σου ἔλεος. Μνήσθητι, Κύριε, τῶν προκοιμηθέντων πατέρων καὶ ἀδερφῶν ἡμῶν καὶ ἀνάπασυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου. Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων· καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις Σου ἐκκλησίαις καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων Σου· φώτισον ἡμῶν τὸν νοῦν τῷ φωτὶ τῆς γνώσεώς Σου καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου. Πρεσβείαις τῆς παναχράντου Σου μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων Σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Σημερινή εορτή: