Άκολουθία τῆς Ἑνάτης Ὥρας

Βασιλεῦ οὐράνιε. Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Κύριε ἐλέησον ιβ'. Δόξα, καὶ νῦν. Δεῦτε προσκυνήσωμεν (ἐκ τρίτου).

Ψαλμὸς πγ' (83).

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τάς αὐλὰς τοῦ Κυρίου. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν μὲ ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Ψαλμὸς πδ' (84).

Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τάς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τάς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμάς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἣ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεὰς εἰς γενεάν; Ὁ Θεός, σῦ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριον σοῦ δώης ἡμῖν. Ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. Πλὴν ἐγγὺς τῶν φοβούμενων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνώσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

Ψαλμὸς πε' (85).

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλον σοῦ, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐλέησον μέ, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σοῦ, ὅτι πρὸς σὲ ἥρα τὴν ψυχήν μου. 'Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σέ. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἑπήκουσάς μου. Οὔκ ἐστιν ὅμοιος σοὶ ἐν θέοις, Κύριε, καὶ οὔκ ἐστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἰ σύ, καὶ ποιῶν θαυμάσια, σῦ εἰ Θεὸς μόνος. Ὁδήγησον μέ, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαι σοί, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο σὲ ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτιρμῶν καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησον μέ· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντες μὲ καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσας μέ.

Καὶ πάλιν. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντες μὲ καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσας μέ.

Δόξα, καὶ νῦν. Ἀλληλούια ἐκ τρίτου. Κύριε ἐλέησον γ'. Δόξα. Τὸ ἀπολυτίκιον. Καὶ νῦν. Ὁ δι' ἡμᾶς.

Κατὰ δὲ τὴν Μεγάλην Τεσσαρακοστήν, μετὰ τὸ Κύριε ἐλεησον, ἀντὶ τοῦ ἀπολυτίκιου ψάλλομεν τὸ πάρον.

Ἦχος πλ. δ'.

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμάς.

Στίχ. α'. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιον σοῦ, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισον μέ.

Στίγ. β'. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σοῦ, Κύριε, κατὰ τὸ λόγιόν σου ῥυσαὶ μέ.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλέημον, δέξαι τὴν τεκούσαν σὲ Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καὶ εὐθύς.

Μὴ δὴ παραδώης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκέδασης τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλον σοῦ, καὶ Ἰσραὴλ τὸν ἅγιον σοῦ.

Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Τὸ κοντάκιον τῆς ἑορτῆς ἣ τῆς ἡμέρας· κατὰ δὲ τὴν Μεγάλην Τεσσαρακοστήν, τὰ παρόντα τροπάρια.

Βλεπῶν ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σῦν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τάς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο· ἀλλ' ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε ἐν τῇ βασιλείᾳ σου.

Δόξα.

Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ἅδην τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας· Χριστὲ ὁ Θεός, δόξα σοι.

Καὶ νῦν.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ σωτηρὰ τοῦ κόσμου, ἐν τῷ σταυρῷ θεωροῦσα ἡ τεκούσα, ἔλεγε δακρύουσα· Ὃ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σοῦ τὴν σταύρωσιν, ἢν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ θεός μου.

Κύριε ἐλεησον μ'. Ὁ ἐν παντὶ καιρῷ. Κύριε ἐλέησον γ'. Δόξα, καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ.

Εὐχὴ τοῦ Μεγάλου Βασιλείου.

Δεσπότα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι καὶ ἄχρι τῆς παρούσης ὤρας ἀγαγὼν ἡμάς, ἐν ἡ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν παράδεισον ὠδοποίησας εἴσοδον καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἰλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοὺς καὶ ἀναξίοις δούλοις σοῦ· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὔκ ἐσμεν ἄξιοι ἄραι τὰ ὄμματα ἡμῶν καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμὰς διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν· ἐξελοῦ ἡμὰς τῆς του ἀντικειμένου χειρὸς καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθεμένοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα καὶ σοὶ ζήσωμεν, τῷ ἡμετέρῳ δεσπότῃ καὶ κηδεμόνι· καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σῦ γὰρ εἰ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Σημερινή εορτή: