Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ποίημα τοῦ βασιλέως Θεοδώρου Δοῦκα τοῦ Λασκάρεως.

Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν.

Ψαλμὸς ρμβ' (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ἡ πορεύσομαι, ὅτι πρὸς σὲ ἥρα τὴν ψυχήν μου.

Ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεός μου.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήv μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Εἴτα τὰ παρόντα τροπάρια. Ἦχος δ'

Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοῦς δοῦλοι κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμὰς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοῦς γὰρ δούλους σῴζει ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς ν'(50).

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ.Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα? ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν? ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὠδὴ ἀ'. Ἦχος πλ. δ'. Ὁ Εἱρμός.

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργούσα ποτέ, μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

Τροπάρια.

Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν, καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτε· ἀλλ' ἡ φῶς τετοκυῖα, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.

Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνὼ μεγαλώνω, τὴν ἄμετρον σοῦ συμπάθειαν, καὶ τὴν εἰς ἐμὲ σοῦ παράκλησιν.

Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην, ὁλοψύχως ἔδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρήνῳ καὶ στενάζω, μὴ μὲ παρίδῃς τὸν ἄθλιον, τῶν Χριστιανῶν καταφύγιον.

Οὐ σιωπήσω τοῦ βόαν τρανώτατα, τὰ μεγαλεῖα τὰ σά, εἰμὴ γὰρ σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῶ σοῦ, τὶς ἐκ τοσούτου μὲ κλύδωνος, καὶ δεινῶν κινδύνων ἐρρύσατο.

Ὠδὴ γ'. Ὁ Εἱρμός.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σῦ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια.

Ἀπορήσας ἐκ πάντων, ὀδυνηρὼς κράζω σοί· πρόφθασον θερμὴ προστασία, καὶ σὴν βοήθειαν, δός μοι τῷ δούλῳ σοῦ, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν, ἐπιζητούντι θερμώς.

Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ' ἐμοὶ Δέσποινα, τάς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σου· ὅθεν δοξάζω σέ, καὶ ἀνυμνὼ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον, κηδεμονίαν σου.

Καταιγὶς μὲ χειμάζει, τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι, καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.

Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τήν του θανάτου τὸ κράτος, ἐξαφανίσασαν· ὡς γὰρ φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν του ᾄδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν μὲ ῥεύσαντα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σοῦ Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β'. Τὰ ἄνῳ ζητῶν.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδὴ δ'. Ὁ Εἱρμός.

Σῦ μου ἰσχὺς Κύριε, σῦ μου καὶ δύναμις, σῦ Θεός μου, σῦ μου ἀγαλλίαμα, ὁ πατρικούς, κόλπους μὴ λιπῶν, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Τροπάρια.

Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἔξω βοηθόν, θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχώμαι, καὶ προστρέχω τῇ σκέπῃ σου· σῶσον μέ.

Τὸν ποταμόν, τὸν γλυκερὸν τοῦ ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μου, τῶν συμφορῶν καὶ τῶν θλίψεων, καμίνῳ φλογισθείσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ σκέπῃ σου· σῶσον μέ.

Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγὴν σκέπην κραταιάν, ὅπλον σωτηρίας· μὴ μὲ παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

Πῶς ἐξειπείν, σοῦ κατ' ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὢ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ' ᾧ τῆς σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!

Ὠδὴ ἐ'. Ὁ Εἱρμός.

Ἵνα τὶ μὲ ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψε μέ, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλ' ἐπίστρεψον μέ, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

Τροπάρια.

Εὐχαρίστως βοώ σοι· χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε· χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον· χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

Οἱ μισοῦντες μὲ μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητούσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἁγνὴ ἐπιζητούσιν· ἀλλ' ἐκ τούτων προφθάσασα σῶσον μέ.

Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης μὲ λύτρωσαι, καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων μὲ Κόρη πανύμνητε.

Τὶ σοὶ δῶρον προσάξω, τῆς εὐχαριστίας ἀνθ' ὧνπερ ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καὶ τῆς σῆς ἀμέτρητου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογὼ καὶ μεγαλύνω, σοῦ τὴν ἄμετρον πρὸς μὲ συμπάθειαν.

Ὠδὴ ς'. Ὁ Εἱρμός.

Τὴν δέησιν, ἐκχέω πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ἄδη προσήγγισε· καὶ δέομαι ὡς Ἴωνας· Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.

Τροπάρια.

Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσί μοι Κόρη· ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καὶ τῶν νόσων ἰατρὸν σὲ γινώσκω, καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Οὐ κρύπτω σοῦ, τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα, ἀλλ' ἅπασιν ὁμολογῶ, καὶ βοὼ καὶ κηρύττω καὶ φθέγγομαι.

Ἐκύκλωσαν, αἵ του βίου μὲ ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων· ἀλλ' εὕροιμι σὲ βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σοῦ Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Κοντάκιον. Ἦχος β'.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σέ.

Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. ἰ' 38 καὶ ἰα' 27).

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δὲ τίς, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῄδε ἢν ἀδελφή, καλουμένη Μαρία, ἡ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπάτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοί, ὅτι ἡ ἀδελφή μου μόνην μὲ κατέλιπε διακονείν; εἰπὲ οὖν αὐτὴ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτή· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζη περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασα τὶς γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασα σὲ καὶ μαστοί, οὖς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦνγε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Δόξα. Ἦχος β'.

Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλέημον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἴτα· Ἐλέησον μὲ ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β'. Ὅλην ἀποθεμένοι.

Μὴ καταπιστεύσης μέ, ἀνθρωπίνη προστασία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει μέ, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδέ που προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος. Καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σοῦ· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν· τὸ συμφέρον ποίησον.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ ἱερεύς.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ' ἡμὰς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας), καὶ πάντων σοῦ τῶν Ἁγίων. Ἱκετεύομεν σέ, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σοῦ, καὶ ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον Ἰβ'. Μετὰ δὲ τὸ Ἐλέει καὶ οἰκτιρμοῖς, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ κανόνος.

Ὠδὴ ζ'. Ὁ Εἱρμός.

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Φῶς ἡ τεκούσα Θεοτόκε, σκοτισθέντα μὲ νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σῦ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα ποθῶ σὲ δοξάζω.

Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.

Ὅλη ψυχὴ καὶ διανοία, καὶ καρδία σὲ καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων· ἀλλ' ὢ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σοῦ θαυμάτων!

Βλέψον ἵλεω ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἢν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν μὲ λύτρωσαι, ἀμετρήτῳ σοῦ ἐλέει.

Ὠδὴ η'. Ὁ Εἱρμός.

Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωυσὴ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Διὰ σπλάγχνα ἐλέους σου Παρθένε, μὴ παρίδῃς σεμνή, ποντούμενον μὲ σάλῳ, βιωτικῶν κυμάτων, ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένω, κακώσεσι τοῦ βίου.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὔροσαν μὲ Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοὶ μὲ πάντοθεν ἐκύκλωσαν· ἀλλὰ προστῆθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σοῦ σκέπῃ.

Ἐν ταῖς ζάλαις ἐφευρὸν σὲ λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.

Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος, χαῖρε τῶν παρθένων, δόξα καὶ μητέρων, ὡράισμα καὶ κλέος.

Ὠδὴ θ'. Ὁ Εἱρμός.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικώς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Τροπάρια.

Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνή; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποῖον ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχώμαι, καὶ ἐπὶ σὲ θαρρὼν κατέφυγον.

Οὔκ ἐστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεία τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπείν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σὲ τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Ἐν ὕμνοις εὐχαρίστοις δοξολογώ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου ὁμολογῶ· καὶ τάς εὐεργεσίας σου, ἂς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχή τε καὶ καρδία, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ' ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τάς αἰτήσεις πλήρωσον· δύνασαι γὰρ πάντα ὡς πανσθενούς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Καὶ εὐθὺς τὸ Ἄξιόν ἐστιν ὡς ἀληθῶς.

Καὶ θυμιὰ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν ναόν, ἣ τὸν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν, λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, σῦ μοι βοήθησον.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης, πρὸς τὸν ἐκ σοῦ τεχθέντα· ὢ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτω, Θεοτόκω χαρμονικώς· μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει Θεοτόκε, τοῦ οἰκτειρήσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν Εἰκόνα σου τὴν σεπτήν, τὴν ἰστορηθείσαν, ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ Ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

Εἴτα· Τρισάγιον, Παναγία Τριάς, Πάτερ ἡμῶν, καὶ γεγωνοτέρα τῇ φωνῇ τὰ παρόντα ἐξαποστειλάρια.

Ἦχος γ'.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Ὀ' γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥυσαί, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων· παρακαλῶ σὲ Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἠλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πὼς γαλουχεὶς τὸν Δεσπότην.


Σημερινή εορτή: