Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ψαλλομένου ἐν πάσῃ περιστάσει καὶ θλίψει ψυχῆς.

Ποίημα Θεοστηρίκτου Μοναχοῦ· κατ' ἄλλους δέ, Θεοφάνους.

Εἰ μέν ἐστιν Ἱερεύς, ποιεῖ εὐλογητόν, εἰ δ' οὐ, λέγομεν ἡμεῖς:

Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ψαλμὸς ρμβ' (142)

Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός Σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὀδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.

Ἦχος δ'.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α': Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β': Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ': Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς: «Δέσποινα, βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων· μὴ αποστρέψῃς Σοὺς δούλους κενούς· Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα».

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἀπολυτίκιον Ἁγίου Βησσαρίωνος

Τῆς Πύλης τὸ βλάστημα, τῆς Θεσσαλίας φωστήρ· Σταγῶν τὸ σέμνωμα καὶ τῶν θαυμάτων πηγὴ ἐδείχθης, Τρισόλβιε. Πᾶσαν δοκιμασίαν ἐν Χριστῷ ὑπομείνας, δόξῃ ἠγλαϊσμένος σὺν ἀγγέλοις ἀγάλλῃ. Ἅγιε Βησσαρίων πανάριστε, πρεύσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν, οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμός ν' (50).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἰμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τῷ θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὁ Εἱρμός.

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηρὰν καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα: «Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς Σὲ καταφεύγω σωτηρίαν ἐπιζητῶν· ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν· εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Πανάμωμε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Σωτῆρα τεκοῦσαν Σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ Σου ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ'. Ὁ Εἱρμός.

Οὐρανίας ἁψίδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, Σὺ μὲ στερέωσον ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην ζωῆς ἐμῆς τίθημι Σὲ, Θεογεννῆτορ Παρθένε· Σύ με κυβέρνησον πρὸς τὸν λιμένα Σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου· Σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστόν, ἐκύησας, μόνη πανάχραντε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαλεπαῖς ἀρρωστίαις καὶ νοσεροῖς πάθεσιν ἐξεταζομένῳ, Παρθένε, Σύ μοι βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ Σε γινώσκω θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Οἱ Χοροὶ μεθ' ἑκάστην Δέησιν ψάλλουσιν ἐναλλὰξ τό:
Κύριε, ἐλέησον (τρίς).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδερφῶν ἡμῶν, τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων καὶ Μοναχῶν, καὶ πάσης τὴς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ τῇ χώρᾳ ἢ τῇ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμέων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἀπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ Ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος Λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὁ Ἱερεὺς ἐκφωνεῖ:
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς εἰῶνας τῶν αἰώνων.

Μνημονευομένων δὲ τῶν ὀνομάτων ὑπὲρ ὧν ἡ Παράκλησις τελεῖται, ἡμεῖς ψάλλομεν τό:
Κύριε, ἐλέησον ιβ' (12).

Κάθισμα.
Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ'. Ὁ Εἱρμός.
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα Σου καὶ ἐδόξασά Σου τὴν Θεότητα.

Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον ἐπικαλουμένῳ τῆς Σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων Σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀπολαύοντες, Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε, Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε'. Ὁ Εἱρμός.
Φώτισον ἡμᾶς τοῖς προστάγμασί Σου, Κύριε, καὶ τῷ βραχίονί Σου τῷ ὑψηλῷ τὴν Σὴν εἰρήνην παράσχου ἡμῖν, Φιλάνθρωπε.

Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Λῦσον τὴν ἀχλύν τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι, Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾶ Σου παράσχου μοι.

ᾨδὴ ϛ'. Ὁ Εἱρμός.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ Αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς: «Ἐκ φθορᾶς, ὁ Θεός, μὲ ἀνάγαγε».

Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτω, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν κατασχεθεῖσαν, Παρθένε, δυσώπησον τὸν Κύριόν Σου καὶ Υἱὸν τῆς ἐχθρῶν κακουργίας μὲ ῥύσασθαι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν Σε τῆς ζωῆς ἐπίσταμαι καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν· καὶ δέομαι διὰ παντός ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί Σου ἀεί ἀγαλλόμεθα. Ὦ Δέσποινα, καὶ νῦν ἡμᾶς τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ' ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σου δέομαι τῆς ἀγαθῆς ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ]μερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ὁ Ἱερεὺς μνημονεύει ὡς δεδήλωται.
Κύριε, ἐλέησον ιβ' (12)

Κοντάκιον. Ἦχος β'.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι: «Τάχυνον εἰς πρεσβείαν καὶ σπεύσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων Σε.

Καὶ εὐθὺς τὸ προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος: Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ πατρός Σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.
Τοῦ ὀνόματός Σου μνησθήσομαι ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφάλαιον Α' 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Mαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα καὶ εἰσήλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ Αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν: «Εὐλογημένη Σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου». Καὶ εἶπε Μαριάμ: «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπί τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ». Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἱς τὸν οἶκον αὐτῆς.

Ὁ Χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι.

Ἦχος β'.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β'. Ὅλην ἀποθεμένοι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι οὐδὲ ποῦ προσφύγω, ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν Σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Οὐδεὶς προστρέχων ἐπί Σοί, κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ' αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ' ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς πανάχραντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων ιεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας) καὶ πάντων Σου τῶν Ἁγίων. Ἱκετεύομέν Σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.

Ὁ Χορός
Κύριε, ἐλέησον ιβ' (12).

Ὁ Ἱερεύς
Ἐλέει καὶ οἰκτιρμοῖς (...)

ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ τῇ πίστει τῆς Τριάδος τὴν φλόγα τῆς καμίνου κατεπάτησαν ψάλλοντες· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας, Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου κατῴκησας τῷ κόσμῳ, Ἣν προστάτιν ἀνέδειξας. Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θελητὴν τοῦ ἐλέους, Ὃν ἐγέννησας, Μῆτερ ἁγνή, δυσώπησον ῥυσθῆναι τῶν πταισμάτων ψυχῆς τε μολυσμάτων τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Θησαυρὸν σωτηρίας καὶ πηγὴν ἀφθαρσίας τὴν Σὲ κυήσασαν καὶ πύργον ἀσφαλείας καὶ θύραν μετανοίας τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥώστιας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων τῇ σκέπει Σου τῇ θείᾳ θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Xριστὸν ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η'. Ὁ Εἱρμός.
Τὸν Βασιλέα τῶν οὐρανῶν, Ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοὺς βοηθείας τῆς παρὰ Σοῦ δεομένους μὴ παρίδῃς, Παρθένε, ὑμνοῦντας καὶ ὑπερυψοῦντας Σέ, Κόρη, εἰς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν ἰαμάτων τὸ δαψιλές ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσι Σέ, Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν Σου τόκον.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα Σὲ δοξάζω, τὴν Κεχαριτωμένην.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν Σὺ τὰς προσβολὰς ἐκδιώκεις καὶ παθῶν τὰς ἐφόδους, Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν Βασιλέα τῶν οὐρανῶν, Ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ὁ Εἱρμός.
Κυρίως Θεοτόκον Σὲ ὁμολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι, Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις Σὲ μεγαλύνοντες.

Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥοήν μου τῶν δακρύων μὴ ἀποποίησῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον ἀφηρηκότα, Παρθένε, Χριστὸν κυήσασα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λιμὴν καὶ προστασία τῶν Σοὶ προσφευγόντων γενοῦ, Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Φωτός Σου ταῖς ἀκτῖσι λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ καταγγέλλοντας.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κακώσεως ἐν τόπῳ τῷ τῆς ἀσθενείας ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀῤῥώστιας εἰς ῥῶσιν μετασκευάζουσα.

Ὁ Ἱερεύς.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ, τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Ὁ Χορός.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς Σὲ καταφεύγω, τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, Σύ μοι βοήθησον.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ Σοῦ τεχθέντα· ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως Σοι τὴν ᾠδήν νῦν, τῇ πανυμνήτῳ Θεοτόκῳ, χαρμονικῶς· μετὰ τοῦ Προδρόμου καὶ πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὴν εἰκόνα Σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν ὑπὸ τοῦ Ἀποστόλου Λουκᾶ Ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τωῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Τροπάρια. Ἦχος πλ. β'.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομοιῶν ἡμῶν· ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου· πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Θεοτοκίον)
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Οἱ Χοροὶ μεθ' ἑκάστην Δέησιν ψάλλουσιν ἐναλλὰξ τό:
Κύριε, ἐλέησον (τρίς).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδερφῶν ἡμῶν, τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων καὶ Μοναχῶν, καὶ πάσης τὴς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ τῇ χώρᾳ ἢ τῇ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμέων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἀπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ Ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος Λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὁ Ἱερεὺς ἐκφωνεῖ:
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς εἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:
Ἀμήν.

Μνημονεύοντος δὲ τοῦ Ἱερέως τῶν ὀνομάτων, ψάλλομεν τό:
Κύριε, ἐλέησον μ' (40)

Μεθ' ὃ ὁ Ἱερεὺς ποιεῖ μικρὰν ἀπόλυσιν.
Εἶτα ψάλλομεν τὰ Ἐξαποστειλάρια καὶ οἱ Χριστιανοὶ ἀσπάζονται τὴν τῆς Θεοτόκου εἰκόνα.

Ἐξαποστειλάρια.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ Σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοί, πρὸς Θεὸν ἐν κινδύνοις καὶ θλίψεσιν ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν Σοὶ προσπίπτομεν· ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους Σου.

Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρὰ καὶ ἀδικουμένων προστάτις καὶ πενομένων τροφή, ξένων τε παράκλησις καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ὑπάρχεις· Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους Σου.

Ἦχος πλ. δ'.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β'.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.

Ὁ Ἱερεὺς ἢ ὁ Προεστώς.
Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.