Εὐχαὶ τῆς τραπέζης

Α)Μεσημβρία

Πρὸ τοῦ γεύματος

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὁφελήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Μετὰ τὸ γεῦμα (Εὐχαριστία)

Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων Σου ἀγαθῶν· μὴ στερήσεις ἡμᾶς καὶ τῆς ἐπουρανίου Σου βασιλείας· ἀλλ' ὡς ἐν μέσῳ τῶν μαθητῶν Σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν καὶ σῶσον ἡμᾶς.

Β)Τὸ ἑσπέρας

Πρὸ τοῦ δείπνου

Φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτον· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

Μετά τὸ δεῖπνον*

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε. Ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν, ὅτι Σύ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῷκησας ἡμᾶς. Ἀμήν.

* Ἐν ἡμέραις νηστείας, μετὰ τὸ δεῖπνον ἀντὶ «Εὐφρανας ἡμᾶς... » λέγομεν τὴν Εὐχαριστίαν τοῦ μεσημβρινοῦ γεύματος «Εὐχαριστοῦμεν Σοι, Χριστὲ ὁ Θεός...».