Ἀκολουθία τοῦ Ἑσπερινοῦ

Ὁ Ἱερεύς:

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης:

Ἀμήν

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ, Χριστῷ, τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ' (103)

Εὐλόγει, ἡ ψυχὴ μου, τὸν Κύριον. Κύριε, ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα Αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν Αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον Αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς Σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς Σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων Αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων Σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τα θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἀρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα Σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς Σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῆ. Πάντα πρὸς Σὲ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτῶς εἰς εὔκαιρον· δόντος Σου αὐτοῖς, συλλέξουσιν.

Ἀνοίξαντός Σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ Σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά Σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις Αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη Αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν:

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα Σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα Σοι, ὁ Θεός. (τρίς)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Ὁ Διάκονος ἢ ὁ Ἱερεὺς:

Τὴν Μεγάλην Συναπτήν:

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Οἱ χοροὶ (τῶν ψαλτῶν) μεθ' ἑκάστην «Δέησιν» ἐναλλὰξ ψάλλουσιν ·παξ τὸ «Κύριε Ἐλέησον».

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου Πρεσβυτερείου, τῆς ἐν Χριστῷ Διακονίας, παντός τοῦ Κλήρου καὶ τοῦ Λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ φιλοχρίστου στρατοῦ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆ πόλεως (ἢ τῆς ἁγίας Μονῆς ἢ τῆς χώρας ἢ τῆς νήσου) ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ Σῇ χάριτι.

Ὁ Διάκονος:

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός:

Σοί, Κύριε.

Ὁ Ἱερεύς:

Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῶ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:

Ἀμήν

Ὁ Ἀναγνώστης ἱστάμενος ἐν μέσῳ τοῦ Ναοῦ, πρὸ τοῦ ἀρχιερατικοῦ Θρόνου καὶ πρὸς ἀνατολὰς βλέπων, ἀναγινώσκει τὸ ἐνδιάτακτον Κάθισμα τοῦ Ψαλτηρίου εἰς τρεῖς Στάσεις. Ἅμα τῇ πληρώσει τῆς α' Στάσεως (α', β' καὶ γ' Ψαλμοῦ)

Ὁ Ἀναγνώστης:

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα Σοι, ὁ Θεός.

Κύριε ἐλέησον (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ εἶτ' ἄρχεται ἡ β' Στάσις (δ', ε' καὶ στ' Ψαλμοῦ). Τοῦτ' αὐτὸ ἐπαναλαμβάνεται μετὰ τὴν β' Στάσιν. Ἅμα δὲ τῇ πληρώσει καὶ τῆς γ' Στάσεως (ζ' καὶ η' Ψαλμοῦ), λέγει:

Ἀλληλούια (τρίς)

Δόξα Σοι, ὁ Θεός (τρίς)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Κατὰ τὸν ἑσπερινὸν τῶν Θεομητορικῶν ἑορτῶν ἢ ἑορταζομένου Ἁγίου ἐν οἱᾳδήποτε ἡμέρᾳ τῆς ἑβδομάδος καὶ ἂν τύχωσιν αὗται (ἐκτὸς Σαββάτου καὶ Δευτέρας), ἀναγινώσκεται ἢ ψάλλεται ὑπ' ἀμφοτέρων τῶν χορῶν μόνον ἡ Α' Στάσις (α', β' καὶ γ' Ψαλμὸς) τοῦ Ψαλτηρίου, δεῖγμα τοῦ ᾄσματικοῦ, τοῦτ' ἐστιν ἑορταστικοῦ καὶ πανηγυρικοῦ Ἑσπερινοῦ. Πληρωθείσης τῆς ἀναγνώσεως τοῦ Ψαλτηρίου, ἐκφωνεῖται ὑπὸ τοῦ Διακόνου ἢ τοῦ Ἱερέως: ἡ Μικρὰ Συναπτή:

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

καὶ ἡ ἐκφώνησις:

Ὅτι Σὸν τὸ κράτος καὶ Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:

Ἀμήν.

Καθ' ἑκάστην ἡμέραν ἐν τῷ Ἑσπερινῷ ψάλλονται ὑπὸ τῶν Χορῶν κατ' ἀντιφωνίαν πλήρεις οἱ Στίχοι τῶν Ψαλμῶν: «Κύριε, ἐκέκραξα» [ρμ' (140)], «Φωνῇ μου πρὸς Κύριον» [ρμα' (141)], «ἐκ βαθέων ἐκέκραξά Σοι» (ρκθ' (129)) καὶ «αἰνεῖτε τὸν Κύριον» [ριστ' (116)], εἰς τὸν διατεταγμένον Ἦχον τῆς ἑβδομάδος ἢ τῶν Τροπαρίων τῆς ἑορτῆς.

Ἐν τοῖς Ἑσπερινοῖς τῶν μεγάλων ἑορτῶν εἴθισται πρὸς συντομίαν νὰ παραλείπωνται οἱ Στίχοι ἀπὸ τοῦ «Θοῦ, Κύριε…» καὶ ἐφεξῆς καὶ νὰ μεταβαίνῃ ὁ α' Χορὸς εἰς τὸν Στίχον τὸν ἁρμόδιον, ἀναλόγως τῆς ποσότητος τῶν ψαλησομένων Στιχηρῶν.

Ψαλμὸς ρμ' (140)

Κύριε, ἐκέκραξα πρὸς Σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς Σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς Σέ· εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν Σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή, εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾍδην.

Ὅτι πρὸς Σέ, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ Σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμός ρμα' (141)

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον Αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον Αὐτοῦ ἀπαγγελῶ.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ Σὺ ἔγνως τὰς τρίβους μου.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Ἐκέκραξα πρὸς Σέ, Κύριε, εἶπα: «Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων».

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Εἰς στίχους ι'.

-Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί Σου.

Τὰ τροπάρια ποὺ ἀκολουθοὺν μετὰ ἀπὸ κάθε στίχο προέρχονται τυχαίως ἀπὸ τὰ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου καθὼς καὶ ἀπὸ τὴν ἑορτὴ τοῦ Ἁγίου Σπυρίδωνος. Καθημερινῶς ὅμως, ἀναλόγως τῆς ἡμέρας ἢ τῆς ἑορτῆς, ἀλλάζουν.

Τὰς ἑσπερινὰς ἡμῶν εὐχὰς πρόσδεξαι, Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν· ὅτι μόνος εἶ, ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν.

-Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Κυκλώσατε, λαοί, Σιὼν καὶ περιλάβετε αὐτὴν καὶ δότε δόξαν ἐν αὐτῇ τῷ Ἀναστάντι ἐκ νεκρῶν· ὅτι Αὐτός ἐστι ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Ψαλμὸς ρκθ' (129)

-Ἐκ βαθέων ἐκέκραξά Σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Δεῦτε, λαοί, ὑμνήσωμεν καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες Αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν· ὅτι Αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.

-Γενηθήτω τὰ ὦτά Σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Εὐφράνθητε, οὐρανοί, σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, τὰ ὄρη, εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν τῷ σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδοὺς θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Εἰς στίχους η'.

-Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ Σοὶ ὁ ἱλασμός ἐστιν.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες: «Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν Σου, Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

-Ἕνεκεν τοῦ ὀνόματός Σου ὑπέμεινά Σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον Σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τῷ ζωοδόχῳ Σου τάφῳ παρεστῶτες οἱ ἀνάξιοι δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ Σου εὐσπλαχνίᾳ, Χριστέ, ὁ Θεὸς ἡμῶν· ὅτι σταυρὸν κατεδέξω καὶ θάνατον, ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Εἰς στίχους δ'.

-Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὸν τῷ Πατρὶ συνάναρχον καὶ συναΐδιον Λόγον, τὸν ἐκ τῆς παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ σταυρὸν καὶ Θάνατον δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες: «Ζωοδότα Κύριε, δόξα Σοι, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

-Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' Αὐτῷ λύτρωσις· καὶ Αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Χαίροις, Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἐρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὀργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραῢς καὶ ἀκέραιος, ὁ ἁπλότητι ἀληθεῖ καλλυνόμενος. Ἀνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος. Αὐτὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Ψαλμὸς ριστ' (116)

-Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε Αὐτὸν πάντες οἱ λαοί.

Πρᾶος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων, Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν καὶ ἁπλῶν σου λόγων θείᾳ χάριτι ἐχθρὸν τὸν παμπόνηρον καὶ παράφρονα Ἄρειον ἐναποπνίξας καὶ τὸ δόγμα τὸ ἔνθεον καὶ σωτήριον ἀνυψώσας ἐν Πνεύματι. Πάντας τοὺς ὀρθοδόξους τε φωτίσας τρανότατα ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

-Ὅτι ἐκραταιώθη τὸ ἔλεος Αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Πάθη ἀπονεκρώσας σαρκὸς, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας. Καὶ ὄφιν χρυσοῦν εἰργάσω καὶ ποταμοῦ τὰς ὀρμὰς προσευχῇ σου, Πάτερ, ἐχαλίνωσας. Νυκτὸς βασιλεῖ δὲ ἐπιφανεὶς κινδυνεύοντι, τοῦτον ἰάσω τῇ καθ' ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε παραδόξως δοξάζοντος. Ὅθεν μεγαλοφώνως σου τὴν μνήμην γεραίρομεν καὶ τῶν λειψάνων, Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἧς ἀναβλύζεις ἰαμάτων θεῖα ῥεῖθρα καὶ μέγα ἔλεος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ὅσιε πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν ἐπηρώτας δι' ἀγάπην Θεοῦ· ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν. ·ύσιν δὲ ἐπέσχες ποταμοῦ συμπαθήσας λαῷ. Βασιλεῖ δὲ παρέστης ἰατήρ τῇ προνοίᾳ Θεοῦ. Νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς αὐτοῦ μαθητής. τὴν πίστιν δὲ ἐτράνωσας ἀναμέσον Πατέρων πολλῶν. Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι σε Χριστῷ. Αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾌσμα καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανὸς καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα εἰρήνην ἀντεισῆξε καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ· καὶ γὰρ Αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Πληρουμένου τοῦ Δοξαστικοῦ ἢ τοῦ Θεοτοκίου, γίνεται «Εἴσοδος» μετὰ θυμιατηρίου.

Τὰς καθημερινὰς καὶ ἐν τοῖς Μικροῖς Ἑσπερινοῖς δὲν γίνεται Εἴσοδος, ἐκτὸς ἂν εἶναι: α)ἀπόδοσις Δεσποτικῆς ἢ Θεομητορικῆς ἑορτῆς καὶ β)ἑορτὴ (Ἁγίου ἢ ἄλλη τις).

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου (ἄνευ θυμιατοῦ) γίνεται μόνον ὅταν πρόκειται, ἐν τῷ Ἑσπερινῷ, νὰ ἀναγνωσθῇ Ἀπόστολος καὶ Εὐαγγέλλιον μετὰ ἢ ἄνευ Θείας Λειτουργίας.

Ὁ Διάκονος ἢ ὁ Ἱερεὺς ἐκφωνεῖ:

Σοφία· ὀρθοί.

Εἶτα ψάλλεται ἡ «Ἐπιλύχνιος εὐχαριστία».

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρὸς, Οὐρανίου, Ἁγίου, Μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν Σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος Σέ δοξάζει.

Μετὰ τὸν «Ἑσπέριον ὕμνον», εἰ μέν ἐστι «Θεός, Κύριος», ὁ Διάκονος ἢ ὁ Ἱερεὺς ἐκφωνεῖ:

Ἑσπέρας, Προκείμενον.

Οἱ Χοροὶ ψάλλουσι τρὶς ἐναλλὰξ τὸ

Προκείμενον τῆς ἡμέρας

Τῇ Κυριακῇ ἑσπέρας. Ἦχος πλ. δ'

Ἰδού δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

Στίχος: Οἱ ἑστῶτες ἐν οἶκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Τῇ Δευτέρᾳ ἑσπέρας. Ἦχος δ'.

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς Αὐτόν.

Στίχος: Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.

Τῇ Τρίτη εσπέρας. Ἦχος α'.

Τὸ ἔλεός Σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

Στίχος: Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.

Τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α'.

Ὁ Θεός, ἐν τῷ ὀνόματί Σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει Σου κρινεῖς με.

Στίχος: Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισε τὰ ῥήματα τοῦ στόματός μου.

Τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β'.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Στίχος: Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Τῇ Παρασκευῇ ἑσπέρας. Ἦχος βαρύς.

Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός Σου προφθάσει μὲ.

Στίχος: Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με.

Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β'.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχος: Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Στίχος: Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Μετὰ τὸ προκείμενον ἀναγινώσκονται μεγαλοφώνως καὶ εὐκρινῶς τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ (ἐφ' ὅσον ὑπάρχουσιν).

Ἐν τῷ Ἑσπερινῷ Δεσποτικῶν καὶ Θεομητορικῶν ἑορτῶν ἢ μνήμης ἑορταζομένου Ἁγίου ἀναγινώσκονται τρεῖς Προφητεῖαι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ἐκφωνεῖ τὸν τίτλον τοῦ Ἀναγνώσματος ἐκ τῶν βιβλίων τῆς Παλαιᾶς Διαθήκης.

Ὁ Διάκονος ἐκφωνεῖ:

Σοφία. Πρόσωμεν.

Καὶ ἄρχεται ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τῆς Ἀναγνώσεως. Ἡ αὐτὴ τάξις ἐπαναλαμβάνεται καὶ εἰς τὰ ἑπόμενα δύο Ἀναγνώσματα.

Ἐν μνήμαις Ἀποστόλων ἢ ἐμμελῶς ἀπαγγέλλονται ἐκ τῆς Καινῆς Διαθήκης Ἀποστολικὰ Ἀναγνώσματα.

Ὁ Διάκονος ἐν τῇ περιπτώσει ταύτῃ ἐκφωνεῖ:

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Μετὰ δὲ τὰ Προκείμενα καὶ τὰ τυχόντα Ἁγιογραφικὰ Ἀναγνώσματα ἐκφωνεῖται ὑπὸ τοῦ Διακόνου ἡ «Ἐκτενής», ἥτις ἐν καθημερινῇ παραλείπεται.

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Οἱ Χοροὶ μεθ' ἑκάστην Δέησιν ψάλλουσιν ἐναλλὰξ τὸ:

Κύριε ἐλέησον (τρίς).

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδερφῶν ἡμῶν, τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων καὶ Μοναχῶν, καὶ πάσης τὴς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ τῇ χώρᾳ ἢ τῇ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμέων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἀπανταχοῦ ὀρθοδόξων.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ Ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος Λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὁ Ἱερεὺς ἐκφωνεῖ:

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς εἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:

Ἀμήν.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης λέγει τὴν εὐχὴν ταύτην:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρα ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ Σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί Σου. Κύριε, τὸ ἔλεός Σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετ' αυτὴν ὁ Διάκονος ἢ ὁ Ἱερεύς:

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ Σῇ χάριτι.

Ὁ Χορός:

Κύριε, ἐλέησον.

Ὁ Διάκονος:

Τὴν ἑσπέραν πᾶσαν, τελεῖαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Οἱ Χοροὶ μεθ' ἑκάστην αἴτησιν:

Παράσχου, Κύριε.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπλογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεὺς ἐκφώνως:

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:

Ἀμήν.

Ὁ Ἱερεὺς ἐυλογῶν τὸν λαόν:

Εἰρήνη πᾶσι.

Ὁ Χορός:

Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος:

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός:

Σοί, Κύριε.

Καὶ πάντων κλινόντων τὰς κεφαλάς, ὁ Ἱερεὺς λέγει τὴν εὐχὴν τῆς κεφαλοκλισίας.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς…

Καὶ τὴν εὐχὴν ταύτην:

Εἴη τὸ κράτος τῆς βασιλείας Σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ αἐὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:

Ἀμήν.

Μετὰ οἱ Χοροὶ ψάλλουσιν ἐναλλὰξ τὰ Στιχηρὰ τοῦ Στίχου. Εἰ μέν ἐστι Σάββατον ἑσπέρας, ψάλλουσιν οἱ Χοροὶ τὰ τέσσερα Ἀπόστιχα τῆς Ὀκτωήχου Στιχηρά, ἀρχῆς γεννομένης ἀπὸ τοῦ β' Χοροῦ.

Τὸ α' λέγεται ἄνευ Στίχου, τῶν δὲ λοιπῶν τριῶν προψάλλονται οἱ ἐφεξῆς Στίχοι:

Τῷ πάθει Σου, Χριστέ, παθῶν ἠλευθερώθημεν καὶ τῇ Ἀναστάσει Σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε, δόξα Σοι.

β'. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ' εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.

γ'. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· ὃν ὁ ᾍδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ Δικαίων ψυχαὶ δεξάμεναι ἠγαλλιάσαντο, Ἀδὰμ δὲ ἰδὼν Σε, τὸν Κτίστιν, ἐν τωῖς καταχθονίοις, ἀνέστη. Ὢ τοῦ θαύματος! Πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἀπάντων ζωή; Ἀλλ' ἢ, ὡς ἠβουλήθη κόσμον φωτίσαι κραυγάζοντα καὶ λέγοντα: «Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα Σοι».

δ'. Τῷ οἴκῳ Σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Γυναῖκες μυροφόροι μύρα φέρουσαι μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον Σου κατέλαβον· καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά Σου, παρὰ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινὸν καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοι ἔλεγον: «Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος».

Εἰ δὲ Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτή ἐστι, ψάλλομεν τοὺς αὐτῆς Στίχους. Ὡσαύτως καὶ ἐὰν τύχῃ Ἅγιος ἑορταζόμενος.

Εἰ δ' οὐκ ἐστὶ Κυριακὴ ἢ Ἑορτή, τοὺς ἑπομένους:

Στίχος α': Πρὸς Σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Στίχος β': Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Ἦχος β'

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον συνοδικῶς εἰς γῆν κατηδάφισας· διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρας ἱκεύτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἰδού, καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν. Εὐτρεπίζου Σπήλαιον· ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεέμ, γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοὶ καὶ τὰ περίχωρα τῆς Ἰουδαίας ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Τῶν Ἀποστίχων δὲ πληρωθέντων, ὁ Ἱερεύς, καθ' ἑκάστην ἡμέραν ἐν τῷ Ἑσπερινῷ, πρὸ τῆς Ἀπολύσεως, λέγει:

ᾨδὴ Συμεὼν τοῦ Θεοδόχου (Λουκ. β' 29).

Νῦν ἀπολύεις τὸν δοῦλόν Σου, Δέσποτα, κατὰ τὸ ῥῆμά Σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν Σου, ὃ ἠτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Σου, Ἰσραήλ.

Ὁ Ἀναγνώστης, ἐρχόμενος ἐν τῷ μέσῳ τοῦ Ναοῦ, ἔναντι τοῦ ἀρχιερατικοῦ Θρόνου, καὶ πρὸς τὴν Ὡραίαν Πύλην προσβλέπων, ἀπαγγέλλει εὐλαβῶς τὸ Τρισάγιον:

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἵασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

Κύριε, ἐλέησον. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὁφελήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Καὶ βαλὼν μετάνοιαν ἀσπάζεται τὴν δεξιὰν τοῦ Ἱερέως.

Ὁ Ἱερεύς:

Ὅτι Σοῦ ἐστιν…

Ὁ Χορός:

Ἀμήν.

[Ἐν τῇ Διακαινησίμῳ ἑβδομάδι καὶ ἐν τῷ Ἑσπερινῷ τῆς Ἀποδόσεως τοῦ Πάσχα, μετὰ τὸ «Ἀναστάσεως ἡμέρα», ἀντὶ τοῦ τρισαγίου, λέγεται τὸ «Χριστὸς ἀνέστη» (τρίς).]

Εἶτα οἱ Χοροὶ ψάλλουσι τὰ ὑπὸ τοῦ Τυπικοῦ ὁριζόμενα Ἀπολυτίκια, τοῦ τυχόντος ἤχου ἢ τοῦ Ἁγίου, καὶ τὸ Θεοτοκίον ἢ Σταυροθεοτοκίον, κατὰ τὸν ἦχος τοῦ Ἀπολυτικίου.

Toῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου σῶμα, ἀνέστης τριήμερος, Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων Σοι, ζωοδότα: «Δόξα τῇ Ἀναστάσει Σου, Χριστέ, δόξα τῇ βασιλείᾳ Σου, δόξα τῇ οἰκονομίᾳ Σου, μόνε φιλάνθρωπε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος καὶ θαυματουργός, θεοφόρε Σπυρίδων, πατὴρ ἡμῶν· διὸ νεκρᾷ σοὶ ἐν τάφῳ προσφωνεῖς καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχὰς Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι, Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε, τὸ «Χαῖρε», σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης ἐν Σοί, τῇ Ἁγία Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικίσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου Σου.

Ὁ Ἱερεὺς ἐν τῷ Μικρῷ Ἑσπερινῷ ἐκφωνεῖ τὰς «Δεήσεις».

Ἡ ἐν τῷ Ἑσπερινῷ τοῦ Σαββάτου ἢ τῶν μεγάλων ἑορτῶν ὑπὸ τοῦ Ἱερέως λεγομένη Ἀπόλυσίς ἐστιν αὕτη:

Ὁ Διάκονος:

Σοφία.

Ὁ Χορός:

Εὐλόγησον.

Ὁ Ἱερεύς:

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός:

Ἀμήν. Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ Αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ ἢ τῇ χώρᾳ ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων.

Ὁ Χορός:

Ἀμήν.

Ὁ Ἀναγνώστης:

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσα, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον. (τρίς)

Δέσποτα Ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεὺς ποιεῖ τὴν Μεγάλην Ἀπόλυσιν οὕτως:

Δόξα Σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα Σοι. [Ὁ ἀναστὰς ἐκ νεκρῶν]Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὁ Χορός:

Ἀμήν.


Σημερινή εορτή: