Ἀκολουθία τοῦ Μεσονυκτικοῦ (Καθ' ἡμέραν)
Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης Ἀμήν.
Ἱερεὺς Δόξα σοὶ ὁ Θεός, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός των Ἀγαθῶν καὶ Ζωῆς Χορτηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα… Καὶ νύν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νύν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Ἀμήν.
Κύριε ἐλέησον ιβ'
Δόξα… Καὶ νῦν…
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 50
· Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
· ἐπὶ πλεῖον πλύνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μοῦ ἐστιν διὰ παντὸς
· σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσης ἐν τῷ κρίνεσθαί σε
· ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου
· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοὶ
· ῥαντιεὶς με ὑσσώπω καὶ καθαρισθήσομαι πλυνεὶς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
· ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστὰ τεταπεινωμένα
· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
· μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλης ἀπ' ἐμοῦ
· ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῶ στήρισόν με
· διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν
· ῥύσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσά μου τὴν δικαιοσύνην σου
· κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
· ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
· θυσία τῶ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει
· ἀγάθυνον κύριε ἐν τῇ εὐδοκία σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ
· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα λέγομεν τὸν Ἄμωμον
ΨΑΛΜΟΣ ΡΙΗ' (118)
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλη καρδία ἐκζητήσουσιν αὐτόν.
· Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοὶς αὐτοῦ ἐπορεύθησαν.
· Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.
· Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
· Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ μὲ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
· Ἐξομολογήσομαί σοὶ ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
· Τὰ δικαιώματά σου φυλάξω. μὴ μὲ ἐγκαταλίπης ἕως σφόδρα,
· Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου,
· Ἐν ὅλη καρδία μου ἐξεζήτησά σε. μὴ ἀπώση μὲ ἀπὸ τῶν ἐντολῶν σου.
· Ἐν τῇ καρδία ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοί.
· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
· Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός μου.
· Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἑτέρφθην, ὡς ἐπὶ παντὶ πλούτω.
· Ἐν ταῖς ἐντολαίς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου.
· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
· Ἀνταπόδος τῶ δούλω σου. ζήσόν με καὶ φυλάξω τοὺς λόγους σου.
· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
· Πάροικος ἐγὼ εἰμι ἐν τῇ γῆ, μὴ ἀποκρύψης ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
· Ἐπεπόθησεν ἡ ψυχή μου, τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῶ.
· Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου,
· Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
· Καὶ γὰρ ἐκάθησαν ἄρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν, ὁ δὲ δούλός σου ἠδολέσχει ἓν τοὶς δικαιώμασί σου.
· Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μοῦ ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
· Ἐκολλήθη τῶ ἐδάφει ἡ ψυχή μου, ζήσόν με κατὰ τὸν λόγον σου.
· Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου. δίδαξόν με τὰ δικαιώματά σου.
· Ὅδόν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἓν τοὶς θαυμασίοις σου.
· Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἓν τοὶς λόγοις σου,
· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῶ νόμω σου ἐλέησόν με.
· Ὁδὸν ἀληθείας ἠρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
· Ἐκολλήθην τοὶς μαρτυρίοις σου, Κύριε, μὴ μὲ καταισχύνης.
· Ὁδὸν ἐντολῶν σου ἕδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἓν ὅλη καρδία μου.
· Ὁδήγησόν με ἓν τὴ τρίβω τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα,
· Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν.
· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα. ἓν τὴ ὁδῷ σου ζήσόν με.
· Στῆσον τῶ δούλω σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
· Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα. ὅτι τὰ κρίματά σου χρηστά,
· Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου. ἐν τῇ δικαιοσύνη σου ζήσόν με.
· Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου, κατὰ τὸν λόγον σου.
· Καὶ ἀποκριθήσομαι τοὶς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
· Καὶ μὴ περιέλης ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.
· Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
· Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ἠσχυνόμην,
· Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαίς σου, ἃς ἠγάπησα σφόδρα.
· Καὶ ἦρα τὰς χείράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
· Μνήσθητι τῶν λόγων σου τῶ δούλω σου, ὧν ἐπήλπισάς με.
· Αὕτη μὲ παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με,
· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
· Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
· Ἀθυμία κατέσχε μὲ ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
· Ψαλτὰ ἤσάν μοὶ τὰ δικαιωματά σου, ἐν τόπῳ παροικίας μου.
· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.
· Αὕτη ἐγενήθη μοί, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
· Μερίς μου εἶ, Κύριε. εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
· Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλη καρδία μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
· Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεφον τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου,
· Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου,
· Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοί, καὶ τὰ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογείσθαί σοὶ ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
· Μέτοχος ἐγὼ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
· Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με.
· Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.
· Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταὶς ἐντολαίς σου ἐπίστευσα.
· Πρὸ τοῦ μὲ ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
· Χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
· Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλη καρδία μου ἐξερευνήσω τὰς ἐντολάς σου.
· Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
· Ἀγαθὸν μοί, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
· Ἀγαθὸς μοὶ ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου,
Δόξα… Καὶ νύν… Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοὶ ὁ Θεός, Μετανοίας (γ' ), Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Δόξα… Καὶ νύν…
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
· Αἱ χείρές σου ἐποίησάν με, καὶ ἔπλασάν με. συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
· Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσομαι, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
· Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθεία ἐταπείνωσάς με.
· Γενηθήτω δὴ τὸ ἐλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῶ δούλω σου.
· Ἐλθέτωσάν μοὶ οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μοῦ ἐστιν,
· Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ. ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαίς σου.
· Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
· Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.
· Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με;
· Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
· Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοὶ ἐκ τῶν καταδιωκόντων μὲ κρίσιν;
· Διηγήσαντό μοὶ παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.
· Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια, ἀδίκως κατεδίωξάν με, βοήθησόν μοί.
· Παρὰ βραχυ συνετέλεσάν με ἐν τῇ γῆ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
· Κατὰ τὸ ἔλεός σου ζήσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῶ.
· Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου, ἐθεμελίωσας τὴν γήν, καὶ διαμένει.
· Τὴ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δούλα σά.
· Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μοῦ ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
· Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.
Τῶ Σαββάτω τῆς Β', Γ' καὶ Δ' ἑβδομάδος τῶν Νηστειῶν, ὁ τελευταῖος Στίχος ψάλλεται τρὶς εἰς Ἤχον πλ. α'.
ΜΕΣΗ
· Σὸς εἰμι ἐγώ, σώσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
· Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνήκα.
· Πάσης συντελείας εἶδον πέρας. πλατεῖα ἡ ἐντολὴ σφόδρα.
· Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μοῦ ἐστιν.
· Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισας μὲ τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμὴ ἐστιν.
· Ὑπὲρ πάντας τους διδάσκοντάς με συνήκα, ὅτι τὰ μαρτύριά σου μελέτη μοῦ ἐστιν.
· Ὑπὲρ πρεσβυτέρους συνήκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
· Ἐκ πάσης ὁδοῦ πονηρὰς ἑκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
· Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.
· Ὡς γλυκέα τῶ λάρυγγί μου τὰ λόγια σου! ὑπὲρ μέλι τῶ στόματί μου,
· Ἀπὸ τῶν ἐντολῶν σου συνήκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὄδόν ἀδικίας,
· Λύχνος τοὶς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταὶς τρίβοις μου,
· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου,
· Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζήσόν με κατὰ τὸν λόγον σου,
· Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
· Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός. καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην,
· Ἐθεντο ἁμαρτωλοὶ παγίδα μοί, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην,
· Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μοῦ εἰσιν.
· Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
· Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.
· Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ, εἰς τοὺς λόγους σου ἐπήλπισα.
· Ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.
· Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσόν με, καὶ μὴ καταισχύνης μὲ ἀπὸ τῆς προσδοκίας μου. Βοήθησόν μοί, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός, Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
· Παραβαίνοντας ἑλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.
· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
· Ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ παραδῶς μὲ τοὶς ἀδικούσί με,
· Ἔκδεξαι τὸν δούλόν σου εἰς ἀγαθόν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
· Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
· Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με,
· Δούλός σοῦ εἰμι ἐγώ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.
· Καιρὸς τοῦ ποιῆσαι τῶ Κυρίω, διεσκέδασαν τὸν νόμον σου.
· Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
· Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου,
· Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.
· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Δόξα…, Καὶ νύν… Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοὶ ὁ Θεός. Μετανοίας (γ' ). Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Δόξα… Καὶ νύν…
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου,
· Τὰ διαβηματά μου κατεύθυνον κατὰ τὸ λόγιον σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία,
· Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου,
· Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δούλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου,
· Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.
· Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.
· Ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα,
· Ἐξέτηξέ με ὁ ζήλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
· Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δούλός σου ἠγάπησεν αὐτό.
· Νεώτερος ἐγὼ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
· Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια,
· Θλίψεις καὶ ἀνάγκαι εὔροσάν με, αἳ ἐντολαί σου μελέτη μου.
· Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι.
· Ἐκέκραξα ἐν ὅλη καρδία μου. ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.
· Ἐκέκραξά σοί, σώσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.
· Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.
· Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾶν τὰ λόγιά σου.
· Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμά σου ζήσόν με.
· Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομία, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
· Ἐγγὺς εἶ σύ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
· Καταρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά,
· Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
· Κρίνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζήσόν με.
· Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
· Οἱ οἰκτιρμοί σου πολλοί, Κύριε. κατὰ τὸ κρίμά σου ζήσόν με.
· Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
· Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τάλόγιάσου οὐκ ἐφυλάξαντο.
· Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζήσόν με.
· Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
· Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
· Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκύλα πολλά.
· Ἀδικίαν ἐμίσησα καὶ ἑβδελυξάμην. τὸν δὲ νόμον σου ἠγάπησα.
· Ἑπτάκις τῆς ἡμέρας ἤνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
· Εἰρήνη πολλὴ τοὶς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
· Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.
· Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
· Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἳ ὄδοί μου ἐνώπιόν σου, Κύριε.
· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με.
· Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥύσαί με.
· Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν διδάξης μὲ τὰ δικαιώματά σου.
· Φθέγξεται ἡ γλώσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἔντολαί σου δικαιοσύνη.
· Γενέσθω ἡ χείρ σου τοῦ σώσαί με, ὅτι τὰς ἐντολάς σου ἠρετισάμην,
· Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μοῦ ἐστι,
· Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοί,
· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δούλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Τῶ Σαββάτω τῆς Β', Γ' καὶ Δ' ἑβδομάδος τῶν Νηστειῶν ὁ τελευταῖος Στίχος ψάλλεται τρὶς εἰς Ἤχον πλ. α'.
Δόξα… Καὶ νύν… Καὶ εὐθὺς
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενή, τον ἐκ του Πατρὸς γεννηθέντα πρὸ πάντων των αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὐ τὰ πάντα ἐγένετο. Τον δι' ἡμᾶς τους ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ των οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας της Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τους Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν του Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζῶντας καὶ νεκρούς, Οὐ της βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, το ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά των Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἐν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν του μέλλοντος αἰῶνος. Ἀμήν.
Τρισάγιον, Μετανοίας (γ' ), Δόξα… Καὶ νύν… Παναγία Τριάς… Κύριε, ἐλέησον (γ'), Δόξα… Καὶ νύν… Πάτερ ἡμῶν…
Ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν…
Ἦχος πλ. δ'
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ ὕπνω κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής, ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Δόξα… Τὴν Σοφίαν καὶ Λόγον
Τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλέῳ φαιδρύνουσα, οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα, Ἰδοὺ ὁ Νυμφίος σου, Βλέπε οὖν ψυχή μου, μὴ νυστάξης, καὶ μείνης, ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι, ἀλλὰ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσης Χριστῷ τῶ Θεῷ, ἐν ἐλέῳ πίονι καὶ δώη σοὶ τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ.
Καὶ νύν… Θεοτοκίον
Σὲ τὸ ἀπόρθητον τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα, Θεοτόκε Παρθένε, ἱκετεύομεν, τὰς τῶν ἐναντίων βουλὰς διασκέδασον, τοῦ λαοῦ σου τὴν λύπην εἰς χαρὰν μετάβαλε, τὴν πόλιν σου περιτείχισον, τῶ Βασιλεῖ συμμάχησον, τὸν κόσμον σου ἀνακάλεσον, τοὺς εὔσεβείς κραταίωσον, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε, ὅτι σὺ εἶ, Θεοτόκε, ἡ ἐλπὶς ἡμῶν.
Ἀντὶ τῶν Τροπαρίων τούτων, μόνον κατὰ τὰς Προεορτίους καὶ τὰς Μεθεόρτους ἡμέρας, ὡς καὶ κατὰ τὰς ἀποδόσεις τῶν Δεσποτικῶν καὶ Θεομητορικῶν ἑορτῶν, λέγομεν χῦμα τὸ Προεόρτιον Ἀπολυτίκιον, ἢ τὸ τῆς Ἑορτῆς τοιοῦτον.
Εἶτα τό, Κύριε, ἐλέησον (μ'), καὶ τὴν Εὐχὴν ταύτην
Ὁ ἐν παντὶ καιρῶ καὶ πάση ὥρα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τους δικαίους ἀγαπῶν καί τους ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά της ἐπαγγελίας των μελλόντων ἀγαθῶν , αὐτός. Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρα ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἄγνισον , τους λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥύσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἰ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα… Καὶ νῦν…
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Ἱερεὺς Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μὴ μοὶ δῶς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοὶ τῶ σῶ δούλω.
Ναὶ Κύριε Βασιλεῦ, δώρησαί μοὶ τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ναὶ Κύριε Βασιλεῦ, δώρησαί μοὶ τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΔΑΡΙΟΥ
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενὲς Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα, μία θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καὶ οἷς ἐπίστασαι κρίμασι σώσόν με τὸν ἀνάξιον δούλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Εἰ δ' οὒκ ἐστιν "Ἀλληλούϊα", (ἤτοι ἡμέρα νηστείας), καταλιμπάνεται τό "Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου", καὶ αἱ Μετάνοιαι, καὶ λέγομεν μόνον τό "Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ", καὶ τὰς Εὐχὰς ταύτας.
Ἱστέον δέ, ὅτι ἡ Εὐχὴ αὕτη λέγεται ἀπὸ τῆς 22ας τοῦ Σεπτεμβρίου μηνός, μέχρι τῆς Κυριακῆς τῶν Βαϊων.
ΕΥΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Δυνάμεων καὶ πάσης σαρκός, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καρδίας τε καὶ νεφροὺς ὁ ἐτάζων, καὶ τὰ κρυπτὰ τῶν ἀνθρώπων σαφῶς ἐπιστάμενος, τὸ ἄναρχον καὶ ἀϊδιον φῶς, παρ' ὃ οὐκ ἔστι παραλλαγή, ἢ τροπῆς ἀποσκίασμα, Αὐτός, ἀθάνατε Βασιλεῦ, πρόσδεξαι τὰς Ἱκεσίας ἡμῶν, ἃς κατὰ τὸν παρόντα καιρὸν τῆς νυκτός, τῶ πλήθει τῶν σῶν οἰκτιρμῶν θαρροῦντες, ἐκ ῥυπαρῶν πρὸς σὲ χειλέων ποιούμεθα, καὶ ἄφες ἡμῖν τὰ πλημμελήματα ἡμῶν, τὰ ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοία, ἐκ γνώσεως ἢ ἀγνωσίας πλημμεληθέντα ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ναοὺς ἡμᾶς ποιῶν τοῦ ἁγίου Πνεύματος, Καὶ δώρησαι ἡμῖν ἐν ἀγρύπνῳ καρδία καὶ νηφούση διανοία, πᾶσαν τοῦ παρόντος βίου τὴν νύκτα ἡμᾶς διελθεῖν, ἀπεκδεχομένους τὴν παρουσίαν τῆς λαμπρᾶς καὶ ἐπιφανοῦς ἡμέρας τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ἢ μετὰ δόξης ἐπὶ γῆς Κριτὴς τῶν ἁπάντων ἐλεύσεται, ἑκάστω ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ, ἵνα μῄ ἀναπεπτωκότες καὶ ὑπνοῦντες, ἀλλ' ἐγρηγοροῦντες καὶ διεγηγερμένοι ἐν τῇ ἐργασία τῶν ἐντολῶν αὐτοῦ εὑρεθῶμεν καὶ ἕτοιμοι εἰς τὴν χαράν, καὶ εἰς τὸν θεῖον νυμφῶνα τῆς δόξης αὐτοῦ συνεισέλθωμεν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀνέκφραστος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄρρητον, Σὺ γὰρ εἰ τὸ ἀληθινὸν φῶς, τὸ φωτίζον καὶ ἁγιάζον τὰ σύμπαντα, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ Κτίσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Εἶτα ὑψοῖ ὁ Ἱερεὺς τὰς χείρας, λέγων ταύτην τὴν Εὐχὴν
ΕΥΧΗ ΤΟΥ ΑΥΤΟΥ
Σὲ εὐλογοῦμεν ὕψιστε, Θεέ, καὶ Κύριε τοῦ ἐλέους, τὸν ποιοῦντα ἀεὶ μεθ' ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, τόν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν, καὶ ἄνεσιν τῶν κόπων τῆς πολυμόχθου σαρκός, Εὐχαριστούμέν σοί, ὅτι οὐ συναπώλεσας ἡμᾶς ταίς ἀνομίαις ἡμῶν, ἀλλ' ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κειμένους ἡμᾶς ἥγειρας, εἰς τὸ δοξολογῆσαι τὸ κράτος, σου, Διὸ δυσωποῦμεν τὴν ἀνείκαστόν σου ἀγαθότητα, νοῦν ἡμῶν φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμούς, καὶ τον ἐκ τοῦ βαρέος ὕπνου τῆς ῥαθυμίας ἀνάστησον, Ἄνοιξον ἡμῶν, τὸ στόμα, καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως, ὅπως ἂν δυνηθῶμεν ἀπερισπάστως ἄδειν τε καὶ ψάλλειν, καὶ ἐξομολογείσθαί σοὶ τῶ ἐν πασι καὶ ὑπὸ πάντων δοξαζομένω Θεῷ,, τῶ ἀνάρχω Πατρί, σὺν τῶ μονογενεῖ σου Υἱῶ, καὶ τῶ Παναγίω καὶ ἀγαθῶ καὶ ζωοποιῶ σου Πνεύματι, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Εἶτα, ὁ Ἀναγνώστης, Δεῦτε προσκυνήσωμεν… (ἐκ γ' ), Μετανοίας (γ' ), καὶ τοὺς ψαλμούς.
ΨΑΛΜΟΣ ΡΚ' (120)
· Ἥρα τοὺς ὄφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου.
· Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γήν.
· Μὴ δώης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε,
· Ἰδού, οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.
· Κύριος φυλάξοι σε, Κύριος σκέποι σοὶ ἐπὶ χείρα δεξιάν σου.
· Ἡμέρας ὁ Ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ Σελήνη τὴν νύκτα,
· Κύριος φυλάξοι σὲ ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.
· Κύριος φυλάξοι τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νὺν καὶ ἕως τοῦ αἰῶνος.
ΨΑΛΜΟΣ ΡΛΓ' (133)
· Κύριον πάντες οἱ δοῦλοι Κυρίου, οἱ δοῦ δὴ εὐλογεῖτε τὸν ἐστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν,
· Ἐν ταῖς νυξιν ἐπάρατε τὰς χείρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.
· Εὐλογῆσαι σὲ Κύριος ἐκ Σιῶν, ὁ ποιήσας τὸν Οὐρανὸν καὶ τὴν γήν.
Δόξα… Καὶ νύν… Τρισάγιον, Μετανοίας (γ' ), Δόξα… Καὶ νύν… Παναγία Τριάς… Κύριε, ἐλέησον (γ'), Δόξα… Καὶ νύν… Πάτερ ἡμῶν…
Ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν…
Ἦχος πλ. δ'
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι δοῦναι τήν ἀνάπαυσιν.
Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πάσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῶ ποιητὴ καὶ πλάστη καὶ Θεῷ ἡμῶν.
Δόξα…
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καὶ νύν… Θεοτοκίον
Μακαρίζομέν σε πᾶσαι αἳ γενεαί, Θεοτόκε Παρθένε, ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι ηὐδόκησε, Μακάριοι ἑσμὲν καὶ ἡμεῖς, προστασίαν σὲ ἔχοντες, ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας ταὶς σαὶς ἱκεσίαις κρατύνονται, διὸ ἀνυμνοῦντες βοώμέν σοί, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἀντὶ τῶν Τροπαρίων τούτων, καὶ μόνον κατὰ τὰς προεορτίους καὶ τὰς μεθεόρτους ἡμέρας, ὡς καὶ κατὰ τὰς Ἀποδόσεις τῶν Δεσποτικῶν καὶ Θεομητορικῶν Ἑορτῶν ἀντικαθίστανται διὰ τοῦ Κοντακίου τῆς Ἑορτῆς, ἢ τοῦ Προεορτίου τοιούτου, χῦμα λεγομένου.
Κύριε, ἐλέησον (ιβ')
Ὁ Ἱερεύς τὴν ἑπομένην Εὐχὴν
ΕΥΧΗ
Μνήσθητι, Κύριε, τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ πάντων τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων, καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατά, διάνοιαν πλημμεληθὲν ὑπ' αὐτῶν, Καὶ κατασκηνωσον αὐτοὺς ἐν τόποις φωτεινοίς, ἐν τόποις χλοεροῖς, ἐν τόποις ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, ὅπου ἡ ἐπισκοπὴ τοῦ προσώπου σου εὐφραίνει πάντας τοὺς ἀπ' αἰῶνος Ἁγίους σου, Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν Βασιλείαν σου καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων σου ἀγαθῶν, καὶ τῆς σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν ἀπόλαυσιν, Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις, καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου, Χριστέ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῶ ἀνάρχω σου Πατρί, καί, τῶ Παναγίω, καὶ ἀγαθῶ, καὶ ζωοποιῶ σου Πνεύματι, νὺν καὶ ἀεί, καὶ εἰς τους αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σου τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοί.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ του Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
Δόξα…
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νύν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.
Κύριε ἐλέησον μ'
Δόξα… Καὶ νῦν…
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατά το μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Κύριε, ἐλέησον. (3)
· Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν, (δεινός) καὶ πάσης της ἐν χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
· Ἔτι δεόμεθα ὑπέρ του εὐσεβοὺς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ. Κύριε, ἐλέησον. (3)
· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ ταύτη, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
· Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφιλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλέησαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλέησαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Δόξα… Καὶ νύν… , Κύριε ἐλέησον (γ'), Δέσποτα/Πάτερ ἅγιε, εὐλόγησον.
Δόξα σοὶ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις της παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τὸν Ἁγίων, ἐλέησαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς).
· Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
· Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
· Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
· Ὑπὲρ τοῦ εὐσεβοὺς ἡμῶν ἔθνους.
· Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
· Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
· Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
· Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
· Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
· Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
· Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
· Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
· Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
· Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
· Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ' ).
ὁ Ἱερεὺς Δι' εὐχῶν…
ὁ Χορός. Ἀμήν.